Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 15.1 Dem. 15.6 (English) >>Dem. 15.9

15.4ὑμεῖς δʼ, οὓς ἐφοβοῦντο, μόνοι τῶν πάντων τῆς σωτηρίας αὐτοῖς αἴτιοι. ἐκ δὲ τοῦ ταῦθʼ ὑφʼ ἁπάντων ὀφθῆναι ποιήσετε τοὺς πολλοὺς ἐν ἁπάσαις ταῖς πόλεσι τοῦτο ποιεῖσθαι σύμβολον τῆς αὑτῶν σωτηρίας, ἐὰν ὑμῖν ὦσι φίλοι· οὗ μεῖζον οὐδὲν ἂν ὑμῖν γένοιτʼ ἀγαθόν, παρὰ πάντων ἑκόντων ἀνυπόπτου τυχεῖν εὐνοίας.

15.5θαυμάζω δʼ ὅτι τοὺς αὐτοὺς ὁρῶ ὑπὲρ μὲν Αἰγυπτίων τἀναντία πράττειν βασιλεῖ τὴν πόλιν πείθοντας, ὑπὲρ δὲ τοῦ Ῥοδίων δήμου φοβουμένους τὸν ἄνδρα τοῦτον. καίτοι τοὺς μὲν Ἕλληνας ὄντας ἅπαντες ἴσασι, τοὺς δʼ ἐν τῇ ἀρχῇ τῇ ʼκείνου μεμερισμένους. 15.6οἶμαι δʼ ὑμῶν μνημονεύειν ἐνίους, ὅτι ἡνίκʼ ἐβουλεύεσθʼ ὑπὲρ τῶν βασιλικῶν, παρελθὼν πρῶτος ἐγὼ παρῄνεσα, οἶμαι δὲ καὶ μόνος δεύτερος εἰπεῖν, ὅτι μοι σωφρονεῖν ἂν δοκεῖτε, εἰ τὴν πρόφασιν τῆς παρασκευῆς μὴ τὴν πρὸς ἐκεῖνον ἔχθραν ποιοῖσθε, ἀλλὰ παρασκευάζοισθε μὲν πρὸς τοὺς ὑπάρχοντας ἐχθρούς, ἀμύνοισθε δὲ κἀκεῖνον, ἐὰν ὑμᾶς ἀδικεῖν ἐπιχειρῇ. καὶ οὐκ ἐγὼ μὲν εἶπον ταῦτα, ὑμῖν δʼ οὐκ ἐδόκουν ὀρθῶς λέγειν, ἀλλὰ καὶ ὑμῖν ἤρεσκε ταῦτα. 15.7ἀκόλουθος τοίνυν νῦν λόγος ἐστί μοι τῷ τότε ῥηθέντι. ἐγὼ γάρ, εἰ βασιλεὺς παρʼ αὑτὸν ὄντα με σύμβουλον ποιοῖτο, ταὔτʼ ἂν αὐτῷ παραινέσαιμʼ ἅπερ ὑμῖν, ὑπὲρ μὲν τῶν αὑτοῦ πολεμεῖν, ἐάν τις ἐναντιῶται τῶν Ἑλλήνων, ὧν δὲ μηδὲν αὐτῷ προσήκει, τούτων μηδʼ ἀντιποιεῖσθαι τὴν ἀρχήν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 15.1 Dem. 15.6 (English) >>Dem. 15.9

Powered by PhiloLogic